1.

[9.114] καὶ μὴν οὐδὲ φύσει ἀφαντάστῳ, παρόσον ἡ νοερὰ φύσις ἀμείνων ἐστὶ ταύτης. ὁρῶνται δὲ τοιαῦται φύσεις ἐν κόσμῳ περιεχόμεναι˙ ἀνάγκη ἄρα καὶ αὐτὸν νοερὰν ἔχειν φύσιν ὑφ' ἧς τεταγμένως κινεῖται, ἥτις εὐθέως ἐστὶ θεός.