1.

[9.115] Τά γε μὴν αὐτομάτως κινούμενα τῶν κατασκευασμάτων θαυμαστότερά ἐστι τῶν μὴ τοιούτων. τὴν γοῦν Ἀρχιμήδειον σφαῖραν θεωροῦντες σφόδρα ἐκπληττόμεθα, ἐν ᾗ ἥλιός τε καὶ σελήνη κινεῖται καὶ τὰ λοιπὰ τῶν ἀστέρων, οὐ μὰ Δία ἐπὶ τοῖς ξύλοις οὐδ' ἐπὶ τῇ κινήσει τούτων τεθηπότες, ἀλλ' ἐπὶ τῷ τεχνίτῃ καὶ ταῖς κινούσαις αἰτίαις. ὅθεν ὅσῳ θαυμασιώτερά ἐστι τὰ αἰσθανόμενα τῶν αἰσθητῶν, τοσούτῳ θαυμασιώτεραί εἰσιν αἱ ταῦτα κινοῦσαι αἰτίαι.