1.

[9.117] τούτων δέ γε πασῶν κατὰ τὸν ἀνωτάτω λόγον καὶ ἡ τοῦ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, καὶ πρὸ τούτων ἡ τοῦ κόσμου φύσις, ἥτις καὶ τούτων ἐστὶν αἰτία. ἡ μὲν γὰρ τοῦ μέρους αἰτία οὐ διατείνει ἐπὶ τὸ ὅλον, οὐδ' ἔστι τούτου αἰτία, ἡ δὲ τοῦ ὅλου διατέτακεν εἰς τὰ μέρη˙ διὸ καὶ θαυμασιωτέρα ἐστὶ τῆς τοῦ μέρους αἰτίας.