1.

[9.118] ὥστε ἐπεὶ ἡ τοῦ κόσμου φύσις ἐστὶν αἰτία τῆς τοῦ ὅλου κόσμου διακοσμήσεως, εἴη ἂν αἰτία καὶ τῶν μερῶν. εἰ δὲ τοῦτο, κρατίστη ἐστίν. εἰ δὲ κρατίστη ἐστί, λογική τέ ἐστι καὶ νοερά, προσέτι δὲ ἀίδιος ἂν εἴη. ἡ δὲ τοιαύτη φύσις ἡ αὐτή ἐστι θεῷ. ἔστι τοίνυν τι θεός.