1.

[9.119] Καὶ μὴν ἐν παντὶ πολυμερεῖ σώματι καὶ κατὰ φύσιν (Cfr. § 84) διοικουμένῳ ἔστι τι τὸ κυριεῦον, καθὸ καὶ ἐφ' ἡμῶν μὲν ἢ ἐν καρδίᾳ τοῦτο τυγχάνειν ἀξιοῦται ἢ ἐν ἐγκεφάλῳ ἢ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος (Cfr. M VII 313), ἐπὶ δὲ τῶν φυτῶν οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἀλλ' ἐφ' ὧν μὲν κατὰ τὰς ῥίζας, ἐφ' ὧν δὲ κατὰ τὴν κόμην, ἐφ' ὧν δὲ κατὰ τὸ ἐγκάρδιον.