1.

[9.120] ὥστε ἐπεὶ καὶ ὁ κόσμος ὑπὸ φύσεως διοικεῖται πολυμερὴς καθεστώς, εἴη ἄν τι ἐν αὐτῷ τὸ κυριεῦον καὶ τὸ προκαταρχόμενον τῶν κινήσεων. οὐδὲν δὲ δυνατὸν εἶναι τοιοῦτον ἢ τὴν τῶν ὄντων φύσιν, ἥτις θεός ἐστιν. ἔστιν ἄρα θεός.