1.

[9.121] Ἀλλ' ἴσως τινὲς ἐροῦσιν, ὅτι τούτῳ τῷ λόγῳ ἡγεμονικωτάτην εἶναι συμβέβηκε καὶ κυριωτάτην ἐν τῷ κόσμῳ τὴν γῆν καὶ ἡγεμονικώτερον καὶ κυριώτερον τὸν ἀέρα˙ ἄνευ γὰρ τούτων οὐχ οἷόν τέ ἐστι συστῆναι κόσμον˙ ὥστε καὶ τὴν γῆν καὶ τὸν ἀέρα φήσομεν εἶναι θεόν.