1.

[9.122] ὅπερ ἐστὶν εὔηθες, καὶ ὅμοιον τῷ λέγειν κυριώτατον ἐν τῇ οἰκίᾳ καὶ ἡγεμονικώτατον εἶναι τὸν τοῖχον˙ ἄνευ γὰρ τούτου μὴ δύνασθαι τὴν οἰκίαν συστῆναι. καθάπερ γὰρ ἐνταῦθα ταῖς μὲν ἀληθείαις ἀδύνατόν ἐστιν ἄνευ τοίχου συστῆναι τὴν οἰκίαν, οὐ μὴν ὑπερφέρει καὶ κρεῖττόν ἐστι τοῦ οἰκοδεσπότου ὁ τοῖχος, οὕτω καὶ ἐπὶ τοῦ κόσμου ἀδύνατον μὲν χωρὶς γῆς καὶ ἀέρος τὴν τοῦ παντὸς σύστασιν γενέσθαι, οὐ μὴν ταῦτα ὑπερφέρει τῆς διοικούσης τὸν κόσμον φύσεως, ἥτις οὐ διενήνοχε θεοῦ. ἔστιν ἄρα θεός. Τὸ μὲν οὖν γένος τῶν τοιούτων λόγων ἐστὶ τοιοῦτον˙