1.

[9.123] σκοπῶμεν δὲ ἑξῆς καὶ τὸν τρόπον τῶν ἀκολουθούντων ἀτόπων τοῖς ἀναιροῦσι τὸ θεῖον. εἰ γὰρ μὴ εἰσὶ θεοί, οὐκ ἔστιν εὐσέβεια, †μόνον τῶν αἱρετῶν† ὑπάρχουσα. ἔστι γὰρ εὐσέβεια ἐπιστήμη θεῶν θεραπείας, τῶν δ' ἀνυπάρκτων οὐ δύναταί τις εἶναι θεραπεία, ὅθεν οὐδὲ ἐπιστήμη τις περὶ ταύτην γενήσεται˙ καὶ ὡς οὐχ οἷόν τε περὶ τὴν τῶν Ἱπποκενταύρων θεραπείαν ἐπιστήμην εἶναι ἀνυπάρκτων ὄντων, οὕτως οὐδὲ περὶ τὴν τῶν θεῶν θεραπείαν, εἴπερ εἰσὶν ἀνύπαρκτοι, ἔσται τις ἐπιστήμη. ὥστε εἰ μὴ εἰσὶ θεοί, ἀνύπαρκτός ἐστιν ἡ εὐσέβεια. ὑπάρχει δὲ εὐσέβεια˙ τοίνυν ῥητέον εἶναι θεούς.