1.

[9.125] εἴγε μὴν μὴ εἰσὶ θεοί, ἀναιρεῖται σοφία, ἐπιστήμη οὖσα θείων τε καὶ ἀνθρωπείων πραγμάτων (Cfr. § 13) ˙ καὶ ὃν τρόπον οὐδεμία ἔστιν ἐπιστήμη ἀνθρωπείων τε καὶ ἱπποκενταυρείων πραγμάτων διὰ τὸ ἀνθρώπους μὲν ὑπάρχειν, Ἱπποκενταύρους δὲ μὴ ὑπάρχειν, οὕτως οὐδὲ ἐπιστήμη τις ἔσται θείων καὶ ἀνθρωπείων πραγμάτων, ἀνθρώπων 〈μὲν〉 ὑπαρχόντων, θεῶν δὲ μὴ ὑφεστώτων. ἄτοπον δέ γε λέγειν μὴ εἶναι σοφίαν˙ ἄτοπον ἄρα καὶ τὸ τοὺς θεοὺς ἀξιοῦν ἀνυπάρκτους.