1.

[9.130] ταῦτα δὴ παρῄνουν (Cfr.
SVF fr. III 370 Arn. (ed).
) οἱ περὶ τὸν Πυθαγόραν, πταίοντες˙ οὐ γὰρ εἰ ἔστι τι διῆκον δι' ἡμῶν τε καὶ ἐκείνων πνεῦμα, εὐθὺς ἔστι τις ἡμῖν δικαιοσύνη πρὸς τὰ ἄλογα τῶν ζῴων. ἰδοὺ γὰρ καὶ διὰ τῶν λίθων καὶ διὰ τῶν φυτῶν πεφοίτηκέ τι πνεῦμα, ὥστε ἡμᾶς αὐτοῖς συνενοῦσθαι, ἀλλ' οὐδέν ἐστιν ἡμῖν δίκαιον πρὸς τὰ φυτὰ καὶ λίθους, οὐδὲ μὴν τέμνοντες καὶ πρίζοντες τὰ τοιαῦτα τῶν σωμάτων ἀδικοῦμεν.