1.

[9.131] τί οὖν φασιν οἱ Στωικοὶ δικαιοσύνην τινὰ καὶ ἐπιπλοκὴν ἔχειν τοὺς ἀνθρώπους πρὸς ἀλλήλους καὶ τοὺς θεούς; οὐ καθόσον ἔστι τὸ ἐληλακὸς διὰ πάντων πνεῦμα, ἐπεὶ ἂν καὶ πρὸς τὰ ἄλογα τῶν ζῴων ἐσῴζετό τι δίκαιον ἡμῖν, ἀλλ' ἐπεὶ λόγον ἔχομεν τὸν ἐπ' ἀλλήλους τε καὶ θεοὺς διατείνοντα, οὗ τὰ ἄλογα τῶν ζῴων μὴ μετέχοντα οὐκ ἂν ἔχοι τι πρὸς ἡμᾶς δίκαιον. ὥστε εἰ ἡ δικαιοσύνη κατά τινα κοινωνίαν ἀνθρώπων πρὸς ἀλλήλους καὶ ἀνθρώπων πρὸς θεοὺς νενόηται, δεήσει μὴ ὄντων θεῶν μηδὲ δικαιοσύνην ὑπαρκτὴν εἶναι. ὑπαρκτὴ δέ ἐστιν ἡ δικαιοσύνη˙ ῥητέον ἄρα καὶ θεοὺς ὑπάρχειν.