1.

[9.133] Ζήνων (Cfr.
SVF fr. I 152 Arn. (ed).
) δὲ καὶ τοιοῦτον ἠρώτα λόγον˙ ‘τοὺς θεοὺς εὐλόγως ἄν τις τιμῴη˙ 〈τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως τιμῴη˙〉 εἰσὶν ἄρα θεοί.’ ᾧ λόγῳ τινὲς παραβάλλοντές φασι˙ ῾῾τοὺς σοφοὺς ἄν τις εὐλόγως τιμῴη˙ τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως τιμῴη˙ εἰσὶν ἄρα σοφοί.᾽᾽ ὅπερ οὐκ ἤρεσκε τοῖς ἀπὸ τῆς Στοᾶς, μέχρι τοῦ νῦν ἀνευρέτου ὄντος τοῦ κατ' αὐτοὺς [τοῦ] σοφοῦ.