1.

[9.134] ἀπαντῶν δὲ πρὸς τὴν παραβολὴν Διογένης ὁ Βαβυλώνιος (Cfr.
SVF fr. III 32 Arn. (ed).
) τὸ δεύτερόν φησι λῆμμα τοῦ Ζήνωνος λόγου τοιοῦτον εἶναι τῇ δυνάμει˙ ‘τοὺς δὲ μὴ πεφυκότας εἶναι οὐκ ἄν τις εὐλόγως τιμῴη’ τοιούτου γὰρ λαμβανομένου δῆλον ὡς πεφύκασιν εἶναι θεοί. εἰ δὲ τοῦτο, καὶ εἰσὶν ἤδη.