1.

[9.136] ἄλλοι δέ φασι τὸ πρῶτον λῆμμα τοῦ Ζήνωνος, τὸ ‘τοὺς θεοὺς εὐλόγως ἄν τις τιμῴη’, ἀμφίβολον εἶναι˙ ἓν μὲν γὰρ σημαίνει ῾῾τοὺς θεοὺς εὐλόγως ἄν τις τιμῴη᾽᾽, ἕτερον δὲ ῾῾τιμητικῶς ἔχοι᾽᾽. λαμβάνεσθαι δὲ τὸ πρῶτον, ὅπερ ψεῦδος ἔσται ἐπὶ τῶν σοφῶν.