1.

[9.137] Οἱ μὲν οὖν κομιζόμενοι λόγοι παρά τε τοῖς Στωικοῖς καὶ παρὰ τοῖς ἀπὸ τῶν ἄλλων αἱρέσεων εἰς τὸ ὑπάρχειν θεοὺς τοιοῦτοί τινές εἰσι κατὰ τὸν χαρακτῆρα˙ ὅτι δὲ οὐ λείπονται τούτων ἕνεκα τῆς περὶ τὸ πείθειν (Cfr. PH III 2sqq.) ἰσοσθενείας καὶ οἱ τὸ μὴ εἶναι θεοὺς διδάσκοντες, παρακειμένως ὑποδεικτέον.