1.

[9.138] εἴπερ τοίνυν εἰσὶ θεοί, ζῷά εἰσιν˙ καὶ ᾧ λόγῳ οἱ ἀπὸ τῆς Στοᾶς ἐδίδασκον (Cfr. §§ 104, 106-107), ὅτι ζῷόν ἐστιν ὁ κόσμος, τῷ αὐτῷ χρησάμενος ἄν τις κατασκευάζοι, ὅτι καὶ ὁ θεός ἐστι ζῷον. τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου κρεῖττόν ἐστιν, οὐδὲν δὲ κρεῖττόν ἐστι θεοῦ˙ ζῷον ἄρα ἐστὶν ὁ θεός, συμπαραλαμβανομένης τούτῳ τῷ λόγῳ καὶ τῆς κοινῆς τῶν ἀνθρώπων ἐννοίας, εἴγε καὶ ὁ βίος καὶ οἱ ποιηταὶ καὶ ἡ τῶν ἀρίστων φιλοσόφων πληθὺς μαρτυρεῖ τῷ ζῷον εἶναι τὸν θεόν.