1.

[9.139] ὥστε σῴζεσθαι τὰ τῆς ἀκολουθίας. εἰ γὰρ εἰσὶ θεοί, ζῷά εἰσιν. εἰ δὲ ζῷά εἰσιν, αἰσθάνονται˙ πᾶν γὰρ ζῷον αἰσθήσεως μετοχῇ νοεῖται ζῷον. εἰ δὲ αἰσθάνονται, καὶ πικράζονται καὶ γλυκάζονται˙ οὐ γὰρ δι' ἄλλης μέν τινος αἰσθήσεως ἀντιλαμβάνονται τῶν αἰσθητῶν, οὐχὶ δὲ καὶ διὰ τῆς γεύσεως. ὅθεν καὶ τὸ περικόπτειν ταύτην ἤ τινα αἴσθησιν ἄλλην ἁπλῶς τοῦ θεοῦ παντελῶς ἐστιν ἀπίθανον˙