1.

[9.140] περιττοτέρας γὰρ αἰσθήσεις ἔχων ὁ ἄνθρωπος ἀμείνων αὐτοῦ γενήσεται, δέον μᾶλλον, ὡς ἔλεγεν ὁ Καρνεάδης, σὺν ταῖς πᾶσιν ὑπαρχούσαις πέντε ταύταις αἰσθήσεσι καὶ ἄλλας αὐτῷ περισσοτέρας προσμαρτυρεῖν, ἵν' ἔχῃ πλειόνων ἀντιλαμβάνεσθαι πραγμάτων, ἀλλὰ μὴ τῶν πέντε ἀφαιρεῖν. ῥητέον οὖν γεῦσίν τινα ἔχειν τὸν θεόν, καὶ διὰ ταύτης ἀντιλαμβάνεσθαι τῶν γευστῶν.