1.

[9.141] ἀλλ' εἰ διὰ γεύσεως ἀντιλαμβάνεται, 〈γλυκάζεται〉 καὶ πικράζεται. γλυκαζόμενος δὲ καὶ πικραζόμενος εὐαρεστήσει τισὶ καὶ δυσαρεστήσει. δυσαρεστῶν δέ τισι καὶ ὀχλήσεως ἔσται δεκτικὸς καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς. εἰ δὲ τοῦτο, φθαρτός ἐστιν. ὥστε εἴπερ εἰσὶ θεοί, φθαρτοί εἰσιν. οὐκ ἄρα θεοὶ εἰσίν.