1.

[9.142] Εἴγε μὴν ἔστι θεός, ζῷόν ἐστιν. εἰ ζῷόν ἐστι, καὶ αἰσθάνεται˙ τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου οὐκ ἄλλῳ τινὶ διαφέρει ἢ τῷ αἰσθάνεσθαι. εἰ δὲ αἰσθάνεται, καὶ ἀκούει καὶ ὁρᾷ καὶ ὀσφραίνεται καὶ ἅπτεται.