1.

[9.143] εἰ δὲ τοῦτο, ἔστι τινὰ τὰ καθ' ἑκάστην αἴσθησιν οἰκειοῦντα αὐτὸν καὶ ἀλλοτριοῦντα, οἷον κατὰ μὲν ὅρασιν τὰ συμμέτρως ἔχοντα καὶ οὐχ ἑτέρως, κατὰ δὲ ἀκοὴν 〈αἱ〉 ἐμμελεῖς φωναὶ καὶ οὐχ αἱ μὴ οὕτως ἔχουσαι, κατὰ τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. εἰ δὲ τοῦτο, ἔστι τινὰ θεῷ ὀχληρά˙ καὶ εἰ ἔστι τινὰ θεῷ ὀχληρά, γίνεται ἐν τῇ ἐπὶ τὸ χεῖρον μεταβολῇ θεός, ὥστε καὶ ἐν φθορᾷ. φθαρτὸς ἄρα ὁ θεός. τοῦτο δὲ παρὰ τὴν κοινὴν ἔννοιαν ὑπῆρχεν αὐτοῦ˙ τοίνυν οὐκ ἔστι τὸ θεῖον.