1.

[9.145] εἰ δὲ ὁρᾷ, καὶ λευκὰ ὁρᾷ καὶ μέλανα. ἀλλ' ἐπεὶ λευκὸν μέν ἐστι τὸ διακριτικὸν ὄψεως, μέλαν δὲ τὸ συγχυτικὸν ὄψεως, διακρίνεται τὴν ὄψιν καὶ συγχεῖται ὁ θεός. εἰ δὲ διακρίσεως καὶ συγχύσεώς ἐστι δεκτικός, καὶ φθορᾶς ἔσται δεκτικός. τοίνυν εἰ ἔστι τὸ θεῖον, φθαρτόν ἐστιν. οὐχὶ δέ γε φθαρτόν ἐστιν˙ οὐκ ἄρα ἔστιν.