1.

[9.146] Καὶ μὴν ἡ αἴσθησις ἑτεροίωσίς τις ἐστίν˙ ἀμήχανον γὰρ τὸ δι' αἰσθήσεώς τινος ἀντιλαμβανόμενον μὴ ἑτεροιοῦσθαι, ἀλλὰ οὕτω διακεῖσθαι, ὡς πρὸ τῆς ἀντιλήψεως διέκειτο. εἰ οὖν αἰσθάνεται ὁ θεός, καὶ ἑτεροιοῦται˙ εἰ δὲ ἑτεροιοῦται, ἑτεροιώσεως δεκτικός ἐστι καὶ μεταβολῆς˙