1.

[9.148] Πρὸς τούτοις˙ εἰ ἔστι τι θεῖον, ἤτοι πεπερασμένον ἐστὶν ἢ ἄπειρον. καὶ ἄπειρον μὲν οὐκ ἂν εἴη, ἐπεὶ καὶ ἀκίνητον ἂν εἴη καὶ ἄψυχον. εἰ γὰρ κινεῖται τὸ ἄπειρον, τόπον ἐκ τόπου μετέρχεται˙ τόπον δὲ ἐκ τόπου μετερχόμενον ἐν τόπῳ ἐστίν, ἐν τόπῳ δὲ ὂν πεπέρασται. εἰ ἄρα ἐστί τι ἄπειρον, ἀκίνητόν ἐστιν˙ ἢ εἴπερ κινεῖται, οὐκ ἔστιν ἄπειρον.