1.

[9.149] ὡσαύτως δὲ καὶ ἄψυχόν ἐστιν (Cfr.
SVF fr. II 454 Arn. (ed).
) ˙ εἰ γὰρ ὑπὸ ψυχῆς συνέχεται, πάντως ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν περάτων ἐπὶ τὰ μέσα φερόμενον συνέχεται (Cfr.
SVF fr. II 471- 703, 704 (ed).
). ἐν δὲ ἀπείρῳ οὐδέν ἐστι μέσον οὐδὲ πέρας˙ ὥστε οὐδὲ ἔμψυχόν ἐστι τὸ ἄπειρον. καὶ διὰ τοῦτο εἰ ἄπειρόν ἐστι τὸ θεῖον, οὔτε κινεῖται οὔτε ἔμψυχόν ἐστιν. κινεῖται δὲ τὸ θεῖον καὶ ἐμψυχίας ἀξιοῦται μετέχειν˙ οὐκ ἄρα ἄπειρόν ἐστι τὸ θεῖον.