1.

[9.150] καὶ μὴν οὐδὲ πεπερασμένον. ἐπεὶ γὰρ τὸ πεπερασμένον τοῦ ἀπείρου μέρος ἐστί, τὸ δὲ ὅλον τοῦ μέρους κρεῖττόν ἐστι, δῆλον ὡς τὸ ἄπειρον τοῦ θείου κρεῖττον ἔσται καὶ κρατήσει τῆς θείας φύσεως. ἄτοπον δὲ τὸ λέγειν θεοῦ τι κρεῖττον καὶ κρατοῦν τῆς τοῦ θεοῦ φύσεως˙ τοίνυν οὐδὲ πεπερασμένον ἐστὶ τὸ θεῖον. ἀλλ' εἰ μήτε ἄπειρόν ἐστι μήτε πεπερασμένον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι τρίτον νοεῖν, οὐδὲν ἔσται τὸ θεῖον.