1.

[9.151] Καὶ μὴν εἰ ἔστι τι τὸ θεῖον, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον˙ οὔτε δὲ ἀσώματόν ἐστιν, ἐπεὶ ἄψυχόν ἐστι καὶ ἀναίσθητον καὶ οὐδὲν δυνάμενον ἐνεργεῖν τὸ ἀσώματον, οὔτε σῶμα, ἐπεὶ πᾶν σῶμα μεταβλητόν τέ ἐστι καὶ φθαρτόν, ἄφθαρτον δὲ τὸ θεῖον˙ οὐ τοίνυν ὑπάρχει τὸ θεῖον.