1.

[9.152] Εἴγε μὴν ἔστι τὸ θεῖον, πάντως καὶ ζῷόν ἐστιν. εἰ δὲ ζῷόν ἐστιν, πάντως καὶ πανάρετόν ἐστι καὶ εὐδαῖμον (Cfr. §§ 152 sqq.)˙ (εὐδαιμονία γὰρ χωρὶς ἀρετῆς οὐ δύναται ὑποστῆναι) εἰ δὲ πανάρετός ἐστι, καὶ πάσας ἔχει τὰς ἀρετάς. ἀλλ' οὐ πάσας μὲν ἔχει τὰς ἀρετάς, οὐχὶ δέ γε καὶ ἐγκράτειαν ἔχει καὶ καρτερίαν. οὐχὶ δέ γε ταύτας μὲν ἔχει τὰς ἀρετάς, οὐχὶ δέ γε ἔστι τινὰ δυσαπόσχετα καὶ δυσεγκαρτέρητα τῷ θεῷ.