1.

[9.153] ἐγκράτεια γάρ ἐστι διάθεσις ἀνυπέρβατος τῶν κατ' ὀρθὸν λόγον (Cfr. DL VII 92;
SVF fr. III 274 (ed).
) γιγνομένων, ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσαποσχέτων˙ ἐγκρατεύεται γάρ, φασίν, οὐχ ὁ θανατιώσης γραὸς ἀπεχόμενος, ἀλλ' ὁ Λαΐδος καὶ Φρύνης ἤ τινος τοιαύτης δυνάμενος ἀπολαῦσαι, εἶτα ἀπεχόμενος.