1.

[9.154] καρτερία δέ ἐστιν ἐπιστήμη ὑπομενετέων καὶ οὐχ ὑπομενετέων, ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσυπομενήτων˙ χρῆται γὰρ καρτερίᾳ ὁ τεμνόμενος καὶ καιόμενος, εἶτα [δὲ] διακαρτερῶν, ἀλλ' οὐχ ὁ οἰνόμελι πίνων.