1.

[9.156] εἰ δὲ ταύτας οὐκ ἔχει τὰς ἀρετάς, ἐπεὶ μεταξὺ ἀρετῆς καὶ κακίας οὐδὲν ἔστι (
SVF fr. III 118, 122, 181 (ed).
), τὰς ἀντιθέτους ταῖσδε ταῖς ἀρεταῖς ἕξει κακίας ὥσπερ τὴν μαλακίαν καὶ τὴν ἀκρασίαν˙ καθάπερ γὰρ ὁ μὴ ἔχων τὴν ὑγείαν νόσον ἔχει, οὕτως ὁ μὴ ἔχων ἐγκράτειαν καὶ καρτερίαν ἐν ταῖς ἀντικειμέναις ἐστὶ κακίαις, ὅπερ ἄτοπον ἐπὶ θεοῦ λέγεσθαι.