1.

[9.157] εἰ δὲ ἔστι τινὰ δυσαπόσχετα καὶ δυσυπομένητα τῷ θεῷ, ἔστι τινὰ καὶ τὰ ἐπὶ τὸ χεῖρον αὐτοῦ μεταβλητικὰ καὶ ὀχλήσεως ποιητικά. ἀλλ' εἰ τοῦτο, δεκτικός ἐστιν ὀχλήσεως ὁ θεὸς καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς, διὸ καὶ φθορᾶς. ὥστε εἴπερ ἔστιν ὁ θεός, φθαρτός ἐστιν˙ οὐχὶ δὲ τὸ δεύτερον˙ οὐκ ἄρα τὸ πρῶτον.