1.

[9.159] οὐ γὰρ δή γε ὁ ἀνδρεῖος διὰ ταῦτά ἐστιν ἀνδρεῖος, ὅτι ἐπιστήμην ἔχει τοῦ ποῖά ἐστι τὰ δεινὰ τῷ γείτονι, ἀλλὰ τὰ ἑαυτῷ˙ ἅπερ οὐκ ἀπαράλλακτά ἐστι τοῖς τοῦ πλησίον δεινοῖς. ὥστε ἐπεὶ ἀνδρεῖός ἐστιν ὁ θεός, ἔστι τι αὐτῷ δεινόν.