1.

[9.161] Καὶ μὴν εἰ πανάρετόν ἐστι τὸ θεῖον, καὶ τὴν μεγαλοψυχίαν (
SVF fr. III 274 (ed).
) ἔχει. εἰ δὲ μεγαλοψυχίαν ἔχει, ἐπιστήμην ἔχει ποιοῦσαν ὑπεραίρειν τῶν συμβαινόντων. εἰ τοῦτο, ἔστι τινὰ τὰ συμβαίνοντα αὐτῷ ὧν ὑπεράνω γίνεται. εἰ δὲ τοῦτο, ἔστι τινὰ τὰ συμβαίνοντα καὶ ὀχληρὰ αὐτῷ, καὶ οὕτω φθαρτὸς ἔσται. οὐχὶ δέ γε τοῦτο˙ τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς.