1.

[9.162] Πρὸς τούτοις˙ εἴπερ πάσας ἔχει τὰς ἀρετὰς ὁ θεός, καὶ φρόνησιν ἔχει. εἰ φρόνησιν (
SVF fr. III 274 (ed).
) ἔχει, 〈ἔχει〉 καὶ ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων. εἰ δὲ ἐπιστήμην ἔχει τούτων, οἶδε ποῖά ἐστι τὰ ἀγαθὰ καὶ κακὰ καὶ ἀδιάφορα.