1.

[9.163] ἐπεὶ οὖν καὶ ὁ πόνος τῶν ἀδιαφόρων ἐστίν (Cfr.
SVF fr. I 190; III 70, 119 (ed).
) , οἶδε καὶ τὸν πόνον καὶ ποῖός τις ὑπάρχει τὴν φύσιν. εἰ δὲ τοῦτο, καὶ περιπέπτωκεν αὐτῷ˙ μὴ περιπεσὼν γὰρ οὐκ ἂν ἔσχε νόησιν αὐτοῦ, ἀλλ' ὃν τρόπον ὁ μὴ περιπεπτωκὼς λευκῷ χρώματι καὶ μέλανι διὰ τὸ ἐκ γενετῆς εἶναι πηρὸς οὐ δύναται νόησιν ἔχειν χρώματος, οὕτως οὐδὲ θεὸς μη περιπεπτωκὼς πόνῳ δύναται νόησιν ἔχειν τούτου.