1.

[9.164] ὁπότε γὰρ ἡμεῖς οἱ περιπεσόντες πολλάκις τούτῳ τὴν ἰδιότητα τῆς περὶ τοὺς ποδαλγικοὺς ἀλγηδόνος οὐ δυνάμεθα τρανῶς γνωρίζειν, οὐδὲ διηγουμένων ἡμῖν τινων συμβαλεῖν, οὐδὲ παρ' αὐτῶν τῶν πεπονθότων συμφώνως ἀκοῦσαι διὰ τὸ ἄλλους ἄλλως ταύτην ἑρμηνεύειν καὶ τοὺς μὲν στροφῇ, τοὺς δὲ κλάσει, τοὺς δὲ νύξει λέγειν ὅμοιον αὑτοῖς παρακολουθεῖν, ἦ πού γε θεὸς μηδ' ὅλως πόνῳ περιπεπτωκὼς 〈οὐ〉 δύναται πόνου νόησιν ἔχειν.