1.

[9.166] εἶτα καὶ τούτου συγχωρηθέντος πάλιν ἀκολουθεῖ τὸ φθαρτὸν εἶναι τὸν θεόν. εἰ γὰρ τῆς τοιαύτης διαχύσεως δεκτικός ἐστι, καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἔσται δεκτικὸς ὁ θεὸς καὶ φθαρτός ἐστιν. οὐχὶ δέ γε τοῦτο, ὥστε οὐδὲ τὸ ἐξ ἀρχῆς.