1.

[9.168] εἰ δὲ βουλεύεται, ἔστι τι ἄδηλον αὐτῷ˙ εἰ γὰρ μηδέν ἐστιν ἄδηλον αὐτῷ, οὐ βουλεύεται οὐδὲ τὴν εὐβοιλίαν ἔχει τῷ τὴν βουλὴν ἀδήλου τινὸς ἔχεσθαι, ζήτησιν οὖσαν περὶ τοῦ πῶς ἐν τοῖς παροῦσιν ὀρθῶς διεξάγομεν. ἄτοπον δέ γέ ἐστι τὸ μὴ βουλεύεσθαι μηδὲ εὐβουλίαν ἔχειν τὸν θεόν. τοίνυν ἔχει ταύτην, καὶ ἔστι τι ἄδηλον αὐτῷ.