1.

[9.169] εἰ δὲ ἔστι τι ἄδηλον θεῷ, οὐκ ἄλλο μέν τι ἔστιν ἄδηλον θεῷ, οὐχὶ δέ γε καὶ τὸ τοιοῦτον οἷον εἰ ἔστι τινὰ αὐτοῦ ἐν τῇ ἀπειρίᾳ φθαρτικά. ἀλλ' εἰ τοῦτό ἐστιν ἄδηλον αὐτῷ, πάντως κατὰ τὴν προσδοκίαν τῶν φθαρτικῶν αὐτοῦ τούτων, ἐξ ὧν ἐν συνθροήσει τινὶ καὶ κινήματι γενήσεται, κἂν φοβοῖτο.