1.

[9.171] Καὶ ἄλλως˙ εἰ μηδὲν ἄδηλόν ἐστι θεῷ, ἀλλὰ αὐτόθεν ἐκ φύσεως πάντων καταληπτικὸς καθέστηκεν, οὐκ ἔχει τέχνην, ἀλλ' ὃν τρόπον οὐκ ἂν εἴπαιμεν περὶ τὸν βάτραχον ἢ τὸν δελφῖνα, φύσει νηκτικοὺς ὄντας, τέχνην εἶναι νηκτικήν, τὸν αὐτὸν τρόπον οὐδὲ περὶ τὸν θεὸν ἐκ φύσεως πάντα καταλαμβανόμενον εἴπαιμεν ἂν εἶναι τέχνην τῷ ἀδήλου τινὸς καὶ [τοῦ] αὐτόθεν μὴ καταλαμβανομένου ἐφάπτεσθαι τὴν τέχνην.