1.

[9.172] ἀλλ' εἰ μὴ ἔστι περὶ τὸν θεὸν τέχνη, οὐδ' ἡ περὶ τὸν βίον τέχνη (Cfr. PH III 186; M XI 168) ἔσται περὶ αὐτόν, εἰ δὲ τοῦτο, οὐδὲ ἡ ἀρετή. μὴ ἔχων δὲ θεὸς ἀρετὴν ἀνύπαρκτός ἐστιν. καὶ ἄλλως˙ λογικὸς ὢν ὁ θεός, εἰ μὴ ἔχει τὴν ἀρετήν, πάντως τὴν ἀντίθετον ἔχει κακίαν˙