1.

[9.173] οὐχὶ δέ γε τὴν ἀντίθετον ἔχει κακίαν˙ ἔχει ἄρα τέχνην ὁ θεός, καὶ ἔστι τι ἄδηλον τῷ θεῷ. ᾧ ἕπεται τὸ φθαρτὸν αὐτὸν εἶναι, καθὼς πρότερον ἐπελογισάμεθα (Cfr. § 169). οὐχὶ δέ γε φθαρτός ἐστιν˙ οὐκ ἄρα ἔστιν.