1.

[9.175] καὶ ἄλλως δέ, εἰ μηδὲν ἔστιν ὃ τὰς τοῦ θεοῦ ὀρέξεις κινήσει, μηδὲ ἔστι τι ὃ ἐπισπάσεται τὸν θεόν, πῶς ἐροῦμεν αὐτὸν εἶναι σώφρονα, τῆς σωφροσύνης κατὰ τοιοῦτόν τινα λόγον ἡμῖν νενοημένης; καθὰ γὰρ οὐκ ἂν εἴπαιμεν τὸν κίονα σωφρονεῖν, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸν θεὸν δεόντως φήσομεν σώφρονα τυγχάνειν. περιαιρουμένων δὲ αὐτοῦ τούτων τῶν ἀρετῶν περιαιρεῖται καὶ ἡ δικαιοσύνη καὶ αἱ λοιπαί. ἀλλ' εἰ μηδεμίαν ἀρετὴν ἔχει ὁ θεός, ἀνύπαρκτός ἐστιν. τὸ δὲ ἡγούμενον˙ τὸ ἄρα λῆγον.