1.

[9.177] εἰ δέ ἐστι κρείττων τοῦ θεοῦ, δῆλον ὡς ἐλλιπῶς ἔχων φαύλως ἕξει καὶ φθαρτὸς γενήσεται. ἀλλ' εἰ μεταξὺ μὲν τῶν ἀντικειμένων οὐδὲν ἔστιν, εἰς οὐδέτερον δὲ ὁρᾶται τῶν ἀντικειμένων ἐμπίπτων ὁ θεός, ῥητέον μὴ εἶναι θεόν.