1.

[9.178] Καὶ ἔτι, εἰ ἔστιν, ἤτοι φωνᾶέν ἐστιν ἢ ἄφωνον. τὸ μὲν οὖν λέγειν ἄφωνον τὸν θεὸν τελέως ἄτοπον καὶ ταῖς κοιναῖς ἐννοίαις μαχόμενον. εἰ δὲ φωνᾶέν ἐστι, φωνῇ χρῆται καὶ ἔχει φωνητικὰ ὄργανα, καθάπερ πνεύμονα καὶ τραχεῖαν ἀρτηρίαν γλῶσσάν τε καὶ στόμα. τοῦτο δὲ ἄτοπον καὶ ἐγγὺς τῆς Ἐπικούρου μυθολογίας (
Epicurea fr. 357 Us. (ed).
). τοίνυν ῥητέον μὴ ὑπάρχειν τὸν θεόν.