1.

[9.179] καὶ γὰρ δὴ εἰ φωνῇ χρῆται, ὁμιλεῖ. εἰ δὲ ὁμιλεῖ, πάντως κατά τινα διάλεκτον ὁμιλεῖ. εἰ δὲ τοῦτο, τί μᾶλλον τῇ Ἑλληνίδι ἢ τῇ βαρβάρῳ χρῆται γλώσσῃ; καὶ εἰ τῇ Ἑλληνίδι, τί μᾶλλον τῇ Ἰάδι ἢ τῇ Αἰολίδι ἤ τινι τῶν ἄλλων; καὶ μὴν οὐδὲ πάσαις˙ οὐδεμιᾷ τοίνυν. καὶ γὰρ εἰ τῇ Ἑλληνίδι χρῆται, πῶς τῇ βαρβάρῳ χρήσεται, εἰ μὴ ἐδίδαξέ τις αὐτόν; 〈......〉 εἰ μὴ ἑρμηνεῖς ἔχει παραπλησίους τοῖς παρ' ἡμῖν δυναμένοις ἑρμηνεύειν. ῥητέον τοίνυν μὴ χρῆσθαι φωνῇ τὸ θεῖον, διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτον εἶναι.