1.

[9.180] Πάλιν εἰ ἔστι 〈τὸ〉 θεῖον, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον. ἀλλ' ἀσώματον μὲν οὐκ ἂν εἴη διὰ τὰς ἔμπροσθεν (Cfr. § 151) ἡμῖν εἰρημένας αἰτίας. εἰ δὲ σῶμά ἐστιν, ἤτοι σύγκριμά ἐστιν ἐκ τῶν ἁπλῶν στοιχείων ἢ ἁπλοῦν ἐστι καὶ στοιχειῶδες σῶμα. καὶ εἰ μὲν σύγκριμά ἐστι, φθαρτόν ἐστιν˙ πᾶν γὰρ τὸ κατὰ σύνοδόν τινων ἀποτελεσθὲν ἀνάγκη διαλυόμενον φθείρεσθαι.