1.

[9.181] εἰ δὲ ἁπλοῦν ἐστι σῶμα, ἤτοι πῦρ ἐστιν ἢ ἀὴρ ἢ ὕδωρ ἢ γῆ. ὁποῖον δ' ἂν ᾖ τούτων, ἄψυχόν ἐστι καὶ ἄλογον˙ ὅπερ ἄτοπον. εἰ οὖν μήτε σύγκριμά ἐστιν ὁ θεὸς μήτε ἁπλοῦν σῶμα, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, ῥητέον μηδὲν εἶναι τὸν θεόν.
Τοιοῦτον μὲν δὴ καὶ τὸ τῶν λόγων τούτων εἶδός ἐστιν˙